Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.283 Joseph. AJ 17.287 (English) >>Joseph. AJ 17.293

17.285

Λῃστηρίων δὲ Ἰουδαία πλέως ἦν, καὶ ὃς παρατύχοι τινῶν οἳ συστασιάσοιεν αὐτῷ βασιλεὺς προϊστάμενος ἐπʼ ὀλέθρῳ τοῦ κοινοῦ ἠπείγετο, ὀλίγα μὲν καὶ ἐπʼ ὀλίγοις Ῥωμαίοις λυπηροὶ καθιστάμενοι, τοῦ δὲ ὁμοφύλου φόνον ἐπὶ μήκιστον ἐμποιοῦντες. 17.286

Οὔαρος δὲ ἐπειδὴ τὸ πρῶτον πυνθάνεται τὰ πεπραγμένα Σαβίνου γράψαντος πρὸς αὐτόν, δείσας περὶ τοῦ τάγματος δύο τὰ λοιπὰ ἀναλαβών, τρία γὰρ ἐπὶ Συρίας τὰ πάντα ἦν, καὶ ἴλας ἱππέων τέσσαρας ὁπόσα τε ἐπικουρικὰ καὶ οἱ βασιλεῖς οἵ τινες τετράρχαι τότε παρεῖχον, ἠπείγετο βοηθεῖν τοῖς ἐν Ἰουδαίᾳ τότε πολιορκουμένοις. 17.287εἴρητο δὲ πᾶσιν εἰς Πτολεμαΐδα ἐπείγεσθαι ὁπόσοι προεξεπέμποντο. διδόασί τε αὐτῷ καὶ Βηρύτιοι διιόντι αὐτῶν τὴν πόλιν ἐπικούρους πεντακοσίους καὶ χιλίους, πέμπει δὲ καὶ Ἀρέτας Πετραῖος ἔχθει τῷ Ἡρώδου φιλίαν τῶν Ῥωμαίων κτώμενος οὐκ ὀλίγην χεῖρα πεζῶν καὶ ἱππέων. 17.288σταθείσης δʼ ἐν Πτολεμαΐδι πάσης ἤδη τῆς δυνάμεως μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς καὶ ἑνὶ τῶν αὐτοῦ φίλων Γαλιλαίους ἐξέπεμπεν πολεμεῖν, οἳ ὑπὲρ τῆς Πτολεμαΐδος ἐχόμενοι κατοικοῦσιν. 17.289ὃς ἐμβαλὼν τούς τε ἀντικαταστάντας εἰς μάχην τρέπεται καὶ Σέπφωριν ἑλὼν τοὺς μὲν οἰκήτορας ἠνδραποδίσατο, τὴν δὲ πόλιν ἐνέπρησεν. αὐτὸς δὲ Οὔαρος ἐπὶ Σαμαρείας τῷ παντὶ στρατῷ προιὼν τῆς μὲν πόλεως ἀπέσχετο διὰ τὸ ἀνέγκλητον ἐπὶ τοῖς νεωτερισμοῖς εἶναι, στρατοπεδεύεται δὲ ἔν τινι κώμῃ Πτολεμαίου κτήματι, Ἀροὺς ὄνομα αὐτῇ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.283 Joseph. AJ 17.287 (English) >>Joseph. AJ 17.293

Powered by PhiloLogic